
Famous quotes
Quotes by famous people, credited to who said them. Your own quotes must not match any of these. More are added all the time. 1,158,269 quotes Who coined it · How we decide
EnglishItalianoPolskiעבריתFrançaisPortuguêsفارسیEspañol中文РусскийDeutschالعربيةहिन्दी日本語ΕλληνικάLatina
Xenophon
19 quotes
“καὶ γὰρ τὸ μὲν ἐν ταῖς εὐπραξίαις πιστοὺς φαίνεσθαι οὐδὲν θαυμαστόν· ὅταν δέ τινες ἐν συμφοραῖς γενομένων φίλων βέβαιοι φανῶσι, τοῦτ᾿ εἰς ἅπαντα χρόνον μνημονεύεται.”
Xenophon (431–354 BC) said by 354 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: For showing loyalty in the midst of prosperity calls for no particular admiration, but always, if men show themselves steadfast when friends have fallen upon misfortunes, this is remembered for all times. (tr. C. L. Bro…
“Ἐκ μέντοι γε τῶν τοιούτων παθῶν [ὡς] ἐγή φημι ἀνθρώπους παιδεύεσθαι μάλιστα μὲν [οὖν] ⟨ὡς⟩ οὐδ᾿ οἰκέτας χρῇ ὀργῇ κολάζειν· πολλάκις γὰρ καὶ δεσπόται ὀργιζόμενοι μείζω κακὰ ἔπαθον ἢ ἐποίησαν· ἀτὰρ ἀντιπάλοις τὸ μετ᾿ ὀργῆς ἀλλὰ μὴ γνώμῃ προσφέρεσθαι ὅλον ἁμάρτημα. ἡ μὲν γὰρ ὀργὴ ἀπρονόητον, ἡ δὲ γνώμη σκοπεῖ οὐδὲν ἧττον μή τι πάθῃ ἢ ὅπως βλάψῃ τι τοὺς πολεμίους.”
Xenophon (431–354 BC) said by 354 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: In my opinion, however, disasters such as these teach men this lesson with regard to anger: one ought not to punish even a slave in anger; for masters who have lost their tempers often do more harm to themselves than th…
“τό [τε] γε μὴν ἐντεῦθεν γενόμενον ἔξεστι μὲν τὸ θεῖον αἰτιᾶσθαι, ἔξεστι δὲ λέγειν ὡς τοῖς ἀπονενοημένοις οὐδεὶς ἂν ὑποσταίη.”
Xenophon (431–354 BC) said by 354 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: As to what happened next, it is possible to maintain that the hand of heaven was involved, and also possible to say that when men are desperate no one can stand up to them. (tr. R. Warner, 1978)
“ἀλλὰ τῶν ἰσχὺν ἄνευ γνώμης ἐχόντων τὰ τοιαῦτα πράττειν ἐστίν. ἀλλὰ μὴν καὶ συμμάχων ὁ μὲν βιάζεσθαι τολμῶν δέοιτ᾿ ἂν οὐκ ὀλίγων, ὁ δὲ πείθειν δυνάμενος οὐδενός· καὶ γὰρ μόνος ἡγοῖτ᾿ ἂν δύνασθαι πείθειν. καὶ φονεύειν δὲ τοῖς τοιαύτοις ἥκιστα συμβαίνει· τίς γὰρ ἀποκτεῖναί τινα βούλοιτ᾿ ἂν μᾶλλον ἢ ζῶντι πειθομένῳ χρῆσθαι;”
Xenophon (431–354 BC) said by 354 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: It is only for those to employ force who possess strength without judgment; but the well advised will have recourse to other means. Besides, he who pretends to carry his point by force hath need of many associates; but …
“φαίην δ᾿ ἂν ἔγωγε μηδενὶ μηδεμίαν εἶναι παίδευσιν παρὰ τοῦ μὴ ἀρέσκοντος.”
Xenophon (431–354 BC) said by 354 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: I will venture to maintain that where the teacher is not pleasing to the pupil there is no education. (tr. H. G. Dakyns, 1897)
“παρ᾿ ἡμῖν νομίζεται τὴν ὥραν καὶ τὴν σοφίαν ὁμοίως μὲν καλόν, ὁμοίως δὲ αἰσχρὸν διατίθεσθαι εἶναι. τήν τε γὰρ ὥραν ἐὰν μέν τις ἀργυρίου πωλῇ τῷ βουλομένῳ, πόρνον αὐτὸν ἀποκαλοῦσιν, ἐὰν δέ τις, ὃν ἂν γνῷ καλὸν τε κἀγαθὸν ἐραστὴν ὄντα, τοῦτον φίλον ἑαυτῷ ποιεῖται, σώφρονα νομίζομεν· καὶ τὴν σοφίαν ὡσαύτως τοὺς μὲν ἀργυρίου τῷ βουλομένῳ πωλοῦντας σοφιστὰς [ὥσπερ πόρνους] ἀποκαλοῦσιν.”
Xenophon (431–354 BC) said by 354 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: It is common opinion among us in regard to beauty and wisdom that there is an honourable and a shameful way of bestowing them. For to offer one’s beauty for money to all comers is called prostitution; but we think it vi…
“Κλέαρχος τοσοῦτον εἶπεν ὅτι οὐ τῶν νικώντων εἴη τὰ ὅπλα παραδιδόναι.”
Xenophon (431–354 BC) said by 354 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Clearchus spoke, and his words were few; "Conquerors do not, as a rule, give up their arms." (tr. H. G. Dakyns, 1890)
“ἦλθεν εἰς ταύτας τὰς σὺν Κύρῳ πράξεις· καὶ ᾤετο κτήσεσθαι ἐκ τούτων ὄνομα μέγα καὶ δύναμιν μεγάλην καὶ χρήματα πολλά· τούτων δ᾿ ἐπιθυμῶν σφόδρα ἔνδηλον αὖ καὶ τοῦτο εἶχεν ὅτι τούτων οὐδὲν ἂν ἐθέλοι κτᾶσθαι μετὰ ἀδικίας, ἀλλὰ σὺν τῷ δικαίῳ καὶ καλῷ ᾤετο δεῖν τούτων τυγχάνειν, ἄνευ δὲ τούτων μή.”
Xenophon (431–354 BC) said by 354 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: In this mood [Proxenus] threw himself into the projects of Cyrus, and in return expected to derive from this essay the reward of a great name, large power, and wide wealth. But for all that he pitched his hopes so high,…
“ἢν δέ τις αὐτῶν τρέψῃ τὰς γνώμας ὡς μὴ τοῦτο μόνον ἐννοῶνται τί πείσονται, ἀλλὰ καὶ τί ποιήσουσι, πολὺ εὐθυμότεροι ἔσονται.”
Xenophon (431–354 BC) said by 354 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: The thing is to get them to turn their thoughts to what they mean to do, instead of to what they are likely to suffer. Do that, and their spirits will soon revive wonderfully. (tr. H. G. Dakyns, 1890)
“ὁπόσοι μὲν μαστεύουσι ζῆν ἐκ παντὸς τρόπου ἐν τοῖς πολέμοις, οὗτοι μὲν κακῶς τε καὶ αἰσχρῶς ὡς ἐπὶ τὸ πολὺ ἀποθνῄσκουσιν, ὁπόσοι δὲ τὸν μὲν θάνατον ἐγνώκασι πᾶσι κοινὸν εἶναι καὶ ἀναγκαῖον ἀνθρώποις, περὶ δὲ τοῦ καλῶς ἀποθνῄσκειν ἀγωνίζονται, τούτους ὁρῶ μᾶλλόν πως εἰς τὸ γῆρας ἀφικνουμένους καὶ ἕως ἂν ζῶσιν εὐδαιμονέστερον διάγοντας.”
Xenophon (431–354 BC) said by 354 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Those men who in war seek to preserve their lives at any rate commonly die with shame and ignominy; while those who look upon death as common to all and unavoidable, and are only solicitous to die with honour, oftener a…
“λαβόντες δὲ τοὺς ἄρχοντας ἀναρχίᾳ ἐνόμιζον ἡμᾶς ἀπολέσθαι. δεῖ οὖν πολὺ μὲν τοὺς ἄρχοντας ἐπιμελεστέρους γενέσθαι τοὺς νῦν τῶν πρόσθεν, πολὺ δὲ τοὺς ἀρχομένους εὐτακτοτέρους καὶ πειθομένους μᾶλλον τοῖς ἄρχουσι νῦν ἢ πρόσθεν. [. . .] τῇδε γὰρ τῇ ἡμέρᾳ μυρίους ὄψονται ἀνθ᾿ ἑνὸς Κλεάρχους.”
Xenophon (431–354 BC) said by 354 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Paraphrased by E. Hamilton, 1930:
“εἰ δέ τι ἄλλο βέλτιον ἢ ταύτῃ, τολμάτω καὶ ὁ ἰδιώτης διδάσκειν· πάντες γὰρ κοινῆς σωτηρίας δεόμεθα.”
Xenophon (431–354 BC) said by 354 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“ἀλλὰ μὴν καλόν γε καὶ δίκαιον καὶ ὅσιον καὶ ἥδιον τῶν ἀγαθῶν μᾶλλον ἢ τῶν κακῶν μεμνῆσθαι.”
Xenophon (431–354 BC) said by 354 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Καὶ ἐπὶ μέν γε τὸ ἀνάγκῃ ἔπεσθαι αὕτη [. . .] ἡ ὁδός ἐστιν· ἐπὶ δὲ τὸ κρεῖττον τούτου πολύ, τὸ ἑκόντας πείθεσθαι, ἄλλη ἐστὶ συντομωτέρα. ὃν γὰρ ἂν ἡγήσωνται περὶ τοῦ συμφέροντος ἑαυτοῖς φρονιμώτερον ἑαυτῶν εἶναι, τούτῳ οἱ ἄνθρωποι ὑπερηδέως πείθονται. γνοίης δ᾿ ἂν ὅτι τοῦθ᾿ οὕτως ἔχει ἐν ἄλλοις τε πολλοῖς καὶ δὴ καὶ ἐν τοῖς κάμνουσιν, ὡς προθύμως τοὺς ἐπιτάξοντας ὅ,τι χρὴ ποιεῖν καλοῦσι· καὶ ἐν θαλάττῃ δὲ ὡς προθύμως τοῖς κυβερνήταις οἱ συμπλέοντες πείθονται.”
Xenophon (431–354 BC) said by 354 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“καὶ ἐπὶ τῶν πράξεων δέ, ἢν μὲν ἐν θέρει ὦσι, τὸν ἄρχοντα δεῖ τοῦ ἡλίου πλεονεκτοῦντα φανερὸν εἶναι· ἢν δὲ ἐν χειμῶνι, τοῦ ψύχους· ἢν δὲ δέῃ μοχθεῖν, τῶν πόνων· πάντα γὰρ ταῦτα εἰς τὸ φιλεῖσθαι ὑπὸ τῶν ἀρχομένων συλλαμβάνει.”
Xenophon (431–354 BC) said by 354 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“τοῦ μὲν ἡδίστου ἀκροάματος, ἐπαίνου, οὔποτε σπανίζετε.”
Xenophon (431–354 BC) said by 354 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: You are incessantly entertained with the most delightful of all music, that of your own praises. (tr. R. Graves, 1832)
“Ἥκιστα δ᾿ ἂν καταφρονεῖεν ἄρχοντος, ὡς μὲν συνελόντι εἰπεῖν, εἰ ὁπόσα ἐκείνοις παραινοίη, αὐτὸς ταῦτα βέλτιον ἐκείνων φαίνοιτο ποιῶν.”
Xenophon (431–354 BC) said by 354 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Indeed, to put the matter in a nutshell, there is small risk a general will be regarded with contempt by those he leads, if, whatever he may have to preach, he shows himself best able to perform. (tr. H. G. Dakyns, 1890)
“ἐκεῖνοι μὲν οὖν σιωπῇ ἐδείπνουν, ὥσπερ τοῦτο ἐπιτεταγμένον αὐτοῖς ὑπὸ κρείττονός τινος. Φίλιππος δ᾿ ὁ γελωτοποιὸς κρούσας τὴν θύραν εἶπε τῷ ὑπακούσαντι εἰσαγγεῖλαι ὅστις τε εἴη καὶ δι᾿ ὅ τι κατάγεσθαι βούλοιτο, συνεσκευασμένος τε παρεῖναι ἔφη πάντα τὰ ἐπιτήδεια ὥστε δειπνεῖν τἀλλότρια, καὶ τὸν παῖδα δὲ ἔφη πάνυ πιέζεσθαι διά τε το φέρειν μηδὲν καὶ διὰ τὸ ἀνάριστον εἶναι. ὁ οὖν Καλλίας ἀκούσας πάντα ταῦτα εἶπεν· Ἀλλὰ μέντοι, ὦ ἄνδρες, αἰσχρὸν στέγης τε φθονῆσαι· εἰσίτω οὖν. καὶ ἅμα ἀπέβλεψεν εἰς τὸν Αὐτόλυκον, δῆλον ὅτι ἐπισκοπῶν τί ἐκείνῳ δόξειε τὸ σκῶμμα εἶναι. ὁ δὲ στὰς ἐπὶ τῷ ἀνδρῶνι ἔνθα τὸ δεῖπνον ἦν εἶπεν· Ὅτι μὲν γελωτοποιός εἰμι ἴστε πάντες· ἥκω δὲ προθύμως νομίσας γελοιότερον εἶναι τὸ ἄκλητον ἢ τὸ κεκλημένον ἐλθεῖν ἐπὶ τὸ δεῖπνον. Κατακλίνου τοίνυν, ἔφη ὁ Καλλίας. καὶ γὰρ παρόντες σπουδῆς μέν, ὡς ὁρᾷς, μεστοί, γέλωτος δὲ ἴσως ἐνδεέστεροι.”
Xenophon (431–354 BC) said by 354 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“ὥσπερ γὰρ καὶ αἱ ἄλλαι τέχναι διαφερόντως ἐν ταῖς μεγάλαις πόλεσιν ἐξειργασμέναι εἰσί, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ παρὰ βασιλεῖ σῖτα πολὺ διαφερόντως ἐκπεπόνηται. ἐν μὲν γὰρ ταῖς μικραῖς πόλεσιν οἱ αὐτοὶ ποιοῦσι κλίνην, θύραν, ἄροτρον, τράπεζαν, πολλάκις δ᾿ ὁ αὐτὸς οὗτος καὶ οἰκοδομεῖ, καὶ ἀγαπᾷ ἢν καὶ οὕτως ἱκανοὺς αὐτὸν τρέφειν ἐργοδότας λαμβάνῃ· ἀδύνατον οὖν πολλὰ τεχνώμενον ἄνθρωπον πάντα καλῶς ποιεῖν. ἐν δὲ ταῖς μεγάλαις πόλεσι διὰ τὸ πολλοὺς ἑκάστου δεῖσθαι ἀρκεῖ καὶ μία ἑκάστῳ τέχνη εἰς τὸ τρέφεσθαι· πολλάκις δὲ οὐδ᾿ ὅλη μία· ἀλλ᾿ ὑποδήματα ποιεῖ ὁ μὲν ἀνδρεῖα, ὁ δὲ γυναικεῖα· ἔστι δὲ ἔνθα καὶ ὑποδήματα ὁ μὲν νευρορραφῶν μόνον τρέφεται, ὁ δὲ σχίζων, ὁ δὲ χιτῶνας μόνον συντέμνων, ὁ δέ γε τούτων οὐδὲν ποιῶν ἀλλὰ συντιθεὶς ταῦτα. ἀνάγκη οὖν τὸν ἐν βραχυτάτῳ διατρίβοντα ἔργῳ τοῦτον καὶ ἄριστα δύνασθαι τοῦτο ποιεῖν.”
Xenophon (431–354 BC) said by 354 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Just as the various trades are most highly developed in large cities, in the same way food at the palace is prepared in a far superior manner. In small towns the same man makes couches, doors, ploughs and tables, and of…