
Famous quotes
Quotes by famous people, credited to who said them. Your own quotes must not match any of these. More are added all the time. 1,158,269 quotes Who coined it · How we decide
EnglishItalianoPolskiעבריתFrançaisPortuguêsفارسیEspañol中文РусскийDeutschالعربيةहिन्दी日本語ΕλληνικάLatina
Epictetus
78 quotes
“καὶ γὰρ τοῦτο λίαν κομψὸν τῷ Κυνικῷ παραπέπλεκται· δέρεσθαι αὐτὸν δεῖ ὡς ὄνον καὶ δερόμενον φιλεῖν αὐτοὺς τοὺς δέροντας ὡς πατέρα πάντων, ὡς ἀδελφόν.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Τίς εἶναι θέλεις, σαυτῷ πρῶτον ἐιπέ· εἶθ᾿ οὕτως ποίει ἃ ποιεῖς.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Τὸ ἄλλου παρὰ φύσιν σοὶ κακὸν μὴ γινέσθω· οὐ γὰρ συνταπεινοῦσθαι πέφυκας οὐδὲ συνατυχεῖν, ἀλλὰ συνευτυχεῖν. ἂν δέ τις ἀτυχῇ, μέμνησο, ὅτι παρ᾿ αὑτὸν ἀτυχεῖ. ὁ γὰρ θεὸς πάντας ἀνθρώπους ἐπὶ τὸ εὐδαιμονεῖν, ἐπὶ τὸ εὐσταθεῖν ἐποίησεν.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“οὐκ οἶσθ᾿, ὅτι ἀνὴρ καλὸς κἀγαθὸς οὐδὲν ποιεῖ τοῦ δόξαι ἕνεκα, ἀλλὰ τοῦ πεπρᾶχθαι καλῶς;”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“ἐκεῖνο δέ μοι εἰπέ· οὐδέποτ᾿ ἠράσθης τινός; [. . .] Οὐδέποθ᾿ ὑπὸ τῆς ἐρωμένης ἐπετάγης οὐδὲν ὧν οὐκ ἤθελες; οὐδέποτέ σου τὸ δουλάριον ἐκολάκευσας; οὐδέποτ᾿ αὐτοῦ τοὺς πόδας κατεφίλησας; καίτοι τοῦ Καίσαρος ἄν σέ τις ἀναγκάσῃ, ὕβριν αὐτὸ ἡγῇ καὶ ὑπερβολὴν τυραννίδος. τί οὖν ἄλλο ἐστὶ δουλεία;”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: But tell me this: did you never love any person? [. . .] Were you never commanded by the person beloved to do something which you did not wish to do? Have you never flattered your little slave? Have you never kissed her…
“τί γάρ ἐστιν, ὃ ζητεῖ πᾶς ἄνθρωπος; εὐσταθῆσαι, εὐδαιμονῆσαι, πάντα ὡς θέλει ποιεῖν, μὴ κωλύεσθαι, μὴ ἀναγκάζεσθαι.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“οὐ γὰρ ἐκπληρώσει τῶν ἐπιθυμουμένων ἐλευθερία παρασκευάζεται, ἀλλὰ ἀνασκευῇ τῆς ἐπιθυμίας.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“ὀλίγου δὲ χρεία ἐστὶ πρὸς τὴν ἀπώλειαν τὴν πάντων καὶ ἀνατροπήν, μικρᾶς ἀποστροφῆς τοῦ λόγου.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Τῶν ὄντων τὰ μέν ἐστιν ἐφ᾿ ἡμῖν, τὰ δὲ οὐκ ἐφ᾿ ἡμῖν. ἐφ᾿ ἡμῖν μὲν ὑπόληψις, ὁρμή, ὄρεξις, ἔκκλισις, καὶ ἑνὶ λόγῳ ὅσα ἡμέτερα ἔργα· οὐκ ἐφ᾿ ἡμῖν δὲ τὸ σῶμα, ἡ κτῆσις, δόξαι, ἀρχαί, καὶ ἑνὶ λόγῳ ὅσα οὐχ ἡμέτερα ἔργα.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Ταράσσει τοὺς ἀνθρώπους οὐ τὰ πράγματα, ἀλλὰ τὰ περὶ τῶν πραγμάτων δόγματα.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Απαιδεύτου ἔργον τὸ ἄλλοις ἐγκαλεῖν ἐφ᾿ οἷς αὐτὸς πράσσει κακῶς· ἠργμένου παιδεύεσθαι τὸ ἑαυτῷ· πεπαιδευμένου τὸ μήτε ἄλλῳ μήτε ἑαυτῷ.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: 5b (tr. G. Long, 1888)
“Ἐφ' ἑκάστου τῶν προσπιπτόντων μέμνησο ἐπιστρέφων ἐπὶ σεαυτὸν ζητεῖν, τίνα δύναμιν ἔχεις πρὸς τὴν χρῆσιν αὐτοῦ. ἐὰν καλὸν ἴδῃς ἢ καλήν, εὑρήσεις δύναμιν πρὸς ταῦτα ἐγκράτειαν· ἐὰν πόνος προσφέρηται, εὑρήσεις καρτερίαν· ἂν λοιδορία, εὑρήσεις ἀνεξικακίαν. καὶ οὕτως ἐθιζόμενόν σε οὐ συναρπάσουσιν αἱ φαντασίαι.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Μέμνησο ὅτι ὡς ἐν συμποσίῳ σε δεῖ ἀναστρέφεσθαι. περιφερόμενον γέγονέ τι κατὰ σέ· ἐκτείνας τὴν χεῖρα κοσμίως μετάλαβε. παρέρχεται· μὴ κάτεχε. οὔπω ἥκει· μὴ ἐπίβαλλε πόρρω τὴν ὄρεξιν, ἀλλὰ περίμενε μέχρις ἂν γένηται κατὰ σέ. οὕτω πρὸς τέκνα, οὕτω πρὸς γυναῖκα, οὕτω πρὸς ἀρχάς, οὕτω πρὸς πλοῦτον.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Μέμνησο ὅτι οὐχ ὁ λοιδορῶν ἢ τύπτων ὑβρίζει, ἀλλὰ τὸ δόγμα τὸ περὶ τούτων ὡς ὑβριζόντων. ὅταν οὖν ἐρεθίσῃ σέ τις, ἴσθι ὅτι ἡ σή σε ὑπόληψις ἠρέθισε.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Εἰ μὲν τὸ σῶμά σού τις ἐπέτρεπε τῷ ἀπαντήσαντι, ἠγανάκτεις ἄν· ὅτι δὲ σὺ τὴν γνώμην τὴν σεαυτοῦ ἐπιτρέπεις τῷ τυχόντι, ἵνα, ἐὰν λοιδορήσηταί σοι, ταραχθῇ ἐκείνη καὶ συγχυθῇ, οὐκ αἰσχύνῃ τούτου ἕνεκα;”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Alternative translation (N. P. White, 1983):
“ἐάν τίς σοι ἀπαγγείλῃ ὅτι ὁ δεῖνά σε κακῶς λέγει, μὴ ἀπολογοῦ πρὸς τὰ λεχθέντα, ἀλλὰ ἀποκρίνου διότι "ἠγνόει γὰρ τὰ ἄλλα τὰ προσόντα μοι κακά, ἐπεὶ οὐκ ἂν ταῦτα μόνα ἔλεγεν.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: 33.9 (tr. G. Long, 1888)
“Ὅταν τι διαγνοὺς ὅτι ποιητέον ἐστὶ ποιῇς, μηδέποτε φύγῃς ὀφθῆναι πράσσων αὐτό, κἂν ἀλλοῖόν τι οἱ πολλοὶ μέλλωσι περὶ αὐτοῦ ὑπολαμβάνειν. εἰ μὲν γὰρ οὐκ ὀρθῶς ποιεῖς, αὐτὸ τὸ ἔργον φεῦγε· εἰ δὲ ὀρθῶς, τί φοβῇ τοὺς ἐπιπλήξοντας οὐκ ὀρθῶς;”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Πᾶν πρᾶγμα δύο ἔχει λαβάς, τὴν μὲν φορητήν, τὴν δὲ ἀφόρητον. ὁ ἀδελφὸς ἐὰν ἀδικῇ, ἐντεῦθεν αὐτὸ μὴ λάμβανε ὅτι ἀδικεῖ (αὕτη γὰρ ἡ λαβή ἐστιν αὐτοῦ οὐ φορητή), ἀλλ᾿ ἐκεῖθεν μᾶλλον ὅτι ἀδελφός, ὅτι σύντροφος, καὶ λήψῃ αὐτὸ καθ᾿ ὃ φορητόν ἐστιν.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Οὗτοι οἱ λόγοι ἀσύνακτοι· "ἐγώ σου πλουσιώτερός εἰμι, ἐγώ σου ἄρα κρείττων"· "ἐγώ σου λογιώτερος, ἐγώ σου ἄρα κρείττων". ἐκεῖνοι δὲ μᾶλλον συνακτικοί· "ἐγώ σου πλουσιώτερός εἰμι, ἡ ἐμὴ ἄρα κτῆσις τῆς σῆς κρείττων"· "ἐγώ σου λογιώτερος, ἡ ἐμὴ ἄρα λέξις τῆς σῆς κρείττων". σὺ δέ γε οὔτε κτῆσις εἶ οὔτε λέξις.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Λούεταί τις ταχέως· μὴ εἴπῃς ὅτι "κακῶς", ἀλλ᾿ ὅτι "ταχέως". πίνει τις πολὺν οἶνον· μὴ εἴπῃς ὅτι "κακῶς", ἀλλ᾿ ὅτι "πολύν". πρὶν ἢ γὰρ διαγνῶναι τὸ δόγμα, πόθεν οἶσθα εἰ κακῶς; οὕτως οὐ συμβήσεταί σοι ἄλλων μὲν φαντασίας καταληπτικὰς λαμβάνειν, ἄλλοις δὲ συγκατατίθεσθαι.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Ὅσα προτίθεσαι, τούτοις ὡς νόμοις ἔμμενε, ὡς ἀσεβήσων ἂν παραβῇς τι τούτων. τί δὲ ἐρεῖ τις περί σου, μὴ ἐπιστρέφου· τοῦτο γὰρ οὐκέτι ἐστὶ σόν. Εἰς ποῖον ἔτι χρόνον ἀναβάλλῃ τὸ τῶν βελτίστων ἀξιοῦν σεαυτὸν καὶ ἐν μηδενὶ παραβαίνειν τὸν αἱροῦντα λόγον; παρείληφας τὰ θεωρήματα· οἷς ἔδει συμβάλλειν συμβέβληκας. ποῖον ἔτι διδάσκαλον προσδοκᾷς, ἵνα εἰς ἐκεῖνον ὑπερθῇ τὴν ἐπανόρθωσιν ποιῆσαι τὴν σεαυτοῦ; [. . .] πᾶν τὸ βέλτιστον φαινόμενον ἔστω σοι νόμος ἀπαράβατος.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Ὁ πρῶτος καὶ ἀναγκαιότατος τόπος ἐστὶν ἐν φιλοσοφίᾳ ὁ τῆς χρήσεως τῶν δογμάτων, οἷον ὁ τοῦ μὴ ψεύδεσθαι· ὁ δεύτερος ὁ τῶν ἀποδείξεων, οἷον πόθεν ὅτι οὐ δεῖ ψεύδεσθαι· τρίτος ὁ αὐτῶν τούτων βεβαιωτικὸς καὶ διαρθρωτικός, οἷον πόθεν ὅτι τοῦτο ἀπόδειξις· τί γάρ ἐστιν ἀπόδειξις, τί ἀκολουθία, τί μάχη, τί ἀληθές, τί ψεῦδος; οὐκοῦν ὁ μὲν τρίτος τόπος ἀναγκαῖος διὰ τὸν δεύτερον, ὁ δὲ δεύτερος διὰ τὸν πρῶτον· ὁ δὲ ἀναγκαιότατος καὶ ὅπου ἀναπαύεσθαι δεῖ, ὁ πρῶτος. ἡμεῖς δὲ ἔμπαλιν ποιοῦμεν· ἐν γὰρ τῷ τρίτῳ τόπῳ διατρίβομεν καὶ περὶ ἐκεῖνόν ἐστιν ἡμῖν ἡ πᾶσα σπουδή, τοῦ δὲ πρώτου παντελῶς ἀμελοῦμεν.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Ἐπὶ παντὸς πρόχειρα ἑκτέον ταῦτα· "Ἄγου δέ μ᾿, ὦ Ζεῦ, καὶ σὺ καὶ ἡ Πεπρωμένη, ὅποι ποθ᾿ ὑμῖν εἰμι διατεταγμένος· ὡς ἕψομαί γ’ ἄοκνος· ἢν δὲ μὴ θέλω κακὸς γενόμενος, οὐδὲν ἧττον ἕψομαι." "Ὅστις δ᾿ ἀνάγκῃ συγκεχώρηκεν καλῶς, σοφὸς παρ᾿ ἡμῖν καὶ τὰ θεῖ᾿ ἐπίσταται." "Ἀλλ’, ὦ Κρίτων, εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γινέσθω." "Ἐμὲ δὲ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δὲ οὔ.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Ψυχάριον εἶ βαστάζον νεκρόν, ὡς Ἐπίκτητος ἔλεγεν.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Οὔτε ναῦν ἐξ ἑνὸς ἀγκυρίου οὔτε βίον ἐκ μιᾶς ἐλπίδος ἁρμοστέον.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Τῶν ἡδέων τὰ σπανιώτατα γινόμενα μάλιστα τέρπει.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Οὐδεὶς ἐλεύθερος ἑαυτοῦ μὴ κρατῶν.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Μηδαμοῦ σεαυτὸν εἴπῃς φιλόσοφον, μηδὲ λάλει τὸ πολὺ ἐν ἰδιώταις περὶ θεωρημάτων, ἀλλὰ ποίει τὰ ἀπὸ τῶν θεωρημάτων. οἷον ἐν συμποσίῳ μὴ λέγε πῶς δεῖ ἐσθίειν, ἀλλ᾿ ἔσθιε ὡς δεῖ. μέμνησο γὰρ ὅτι οὕτως ἀφῃρήκει πανταχόθεν Σωκράτης τὸ ἐπιδεικτικὸν ὥστε ἤρχοντο πρὸς αὐτὸν βουλόμενοι φιλοσόφοις ὑπ᾿ αὐτοῦ συσταθῆναι, κἀκεῖνος ἀπῆγεν αὐτούς· οὕτως ἠνείχετο παρορώμενος. κἂν περὶ θεωρήματός τινος ἐν ἰδιώταις ἐμπίπτῃ λόγος, σιώπα τὸ πολύ· μέγας γὰρ ὁ κίνδυνος εὐθὺς ἐξεμέσαι ἃ οὐκ ἔπεψας. καὶ ὅταν εἴπῃ σοί τις ὅτι οὐδὲν οἶσθα καὶ σὺ μὴ δηχθῇς, τότε ἴσθι ὅτι ἄρχῃ τοῦ ἔργου. ἐπεὶ καὶ τὰ πρόβατα οὐ χόρτον φέροντα τοῖς ποιμέσιν ἐπιδεικνύει πόσον ἔφαγεν, ἀλλὰ τὴν νομὴν ἔσω πέψαντα ἔρια ἔξω φέρει καὶ γάλα· καὶ σὺ τοίνυν μὴ τὰ θεωρήματα τοῖς ἰδιώταις ἐπιδείκνυε, ἀλλ᾿ ἀπ᾿ αὐτῶν πεφθέντων τὰ ἔργα.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source