Famous quotes
Quotes by famous people, credited to who said them. Your own quotes must not match any of these. More are added all the time. 1,158,269 quotes Who coined it · How we decide
EnglishItalianoPolskiעבריתFrançaisPortuguêsفارسیEspañol中文РусскийDeutschالعربيةहिन्दी日本語ΕλληνικάLatina
Epictetus
78 quotes
“Τῷ λογικῷ ζώῳ μόνον ἀφόρητόν ἐστι τὸ ἄλογον, τὸ δ᾿ εὔλογον φορητόν.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Τὸ δ᾿ ἀπάγξασθαι οὐκ ἔστιν ἀφόρητον; — Ὅταν γοῦν πάθῃ τις ὅτι εὔλογον, ἀπελθὼν ἀπήγξατο.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“καίτοι ὅ γε θεὸς οὐ μόνον ἔδωκεν ἡμῖν τὰς δυνάμεις ταύτας, καθ᾿ ἃς οἴσομεν πᾶν τὸ ἀποβαῖνον μὴ ταπεινούμενοι μηδὲ συγκλώμενοι ὑπ᾿ αὐτοῦ, ἀλλ᾿ ὃ ἦν ἀγαθοῦ βασιλέως καὶ ταῖς ἀληθείαις πατρός, ἀκώλυτον τοῦτο ἔδωκεν, ἀνανάγκαστον, ἀπαραπόδιστον, ὅλον αὐτὸ ἐφ᾿ ἡμῖν ἐποίησεν.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“καὶ ἁπλῶς οὔτε θάνατος οὔτε φυγὴ οὔτε πόνος οὔτε ἄλλο τι τῶν τοιούτων αἴτιόν ἐστι τοῦ πράττειν τι ἢ μὴ πράττειν ἡμᾶς, ἀλλ᾿ ὑπολήψεις καὶ δόγματα.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“λόγου γὰρ μέγεθος οὐ μήκει οὐδ᾿ ὕψει κρίνεται, ἀλλὰ δόγμασιν.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Ἀνδράποδον, οὐκ ἀνέξῃ τοῦ ἀδελφοῦ τοῦ σαυτοῦ, ὃς ἔχει τὸν Δία πρόγονον, ὥσπερ υἱὸς ἐκ τῶν αὐτῶν σπερμάτων γέγονεν καὶ τῆς αὐτῆς ἄνωθεν καταβολῆς, ἀλλ᾿ εἰ ἔν τινι τοιαύτῃ χώρᾳ κατετάγης ὑπερεχούσῃ, εὐθὺς τύραννον καταστήσεις σεαυτόν;”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“ὅταν κλείσητε τὰς θύρας καὶ σκότος ἔνδον ποιήσητε, μέμνησθε μηδέποτε λέγειν ὅτι μόνοι ἐστέ· οὐ γὰρ ἐστέ, ἀλλ᾿ ὁ θεὸς ἔνδον ἐστὶ καὶ ὁ ὑμέτερος δαίμων ἐστίν. καὶ τίς τούτοις χρεία φωτὸς εἰς τὸ βλέπειν τί ποιεῖτε;”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Οὐδέν, ἔφη, τῶν μεγάλων ἄφνω γίνεται, ὅπου γε οὐδ᾿ ὁ βότρυς οὐδὲ σύκον. ἄν μοι νῦν λέγῃς ὅτι 'θέλω σύκον', ἀποκρινοῦμαί σοι ὅτι 'χρόνου δεῖ'. ἄφες ἀνθήσῃ πρῶτον, εἶτα προβάλῃ τὸν καρπόν, εἶτα πεπανθῇ.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“ἓν τῶν γεγονότων ἀπήρκει πρὸς τὸ αἰσθέσθαι τῆς προνοίας τῷ γε αἰδήμονι καὶ εὐχαρίστῳ.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“εἰ γοῦν ἀηδὼν ἤμην, ἐποίουν τὰ τῆς ἀηδόνος, εἰ κύκνος, τὰ τοῦ κύκνου.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Ἐπειδὴ λόγος ἐστὶν ὁ διαρθρῶν καὶ ἐξεργαζόμενος τὰ λοιπά, ἔδει δ᾿ αὐτὸν μὴ ἀδιάρθρωτον εἶναι.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Εἰ ἀληθές ἐστι τὸ ὑπὸ τῶν φιλοσόφων λεγόμενον ὅτι πᾶσιν ἀνθρώποις μία ἀρχὴ καθάπερ τοῦ συγκαταθέσθαι τὸ παθεῖν ὅτι ὑπάρχει καὶ τοῦ ἀνανεῦσαι τὸ παθεῖν ὅτι οὐχ ὑπάρχει καὶ νὴ Δία τοῦ ἐπισχεῖν τὸ παθεῖν ὅτι ἄδηλόν ἐστιν, οὕτως καὶ τοῦ ὁρμῆσαι ἐπί ⟨τι⟩ τὸ παθεῖν ὅτι ἐμοὶ συμφέρει.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“ἔδει νὴ τοὺς θεοὺς μελετᾶν ἐπὶ τῶν μικρῶν καὶ ἀπ᾿ ἐκείνων ἀρχομένους διαβαίνειν ἐπὶ τὰ μείζω.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“τὸ κοχλίου ἀγαθὸν οὐκ εἰκὸς εἶναι ⟨ἐν⟩ τῷ κελύφει, τὸ οὖν τοῦ ἀνθρώπου εἰκός;”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“τίνες εἰσὶν οὗτοι, ὑφ᾿ ὧν εἴωθας λέγειν ὅτι μαίνονται; τί οὖν; ὑπὸ τῶν μαινομένων θαυμάζεσθαι θέλεις;”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“εἰ συμφέρει μοι ἀγρὸν ἔχειν, συμφέρει μοι ἱμάτιον ἔχειν, συμφέρει μοι καὶ κλέψαι αὐτὸ ἐκ βαλανείου. ἔνθεν πόλεμοι, στάσεις, τυραννίδες, ἐπιβουλαί.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Αἱ περιστάσεις εἰσὶν αἱ τοὺς ἄνδρας δεικνύουσαι.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Εἰ ταῦτα ἀληθῆ ἐστι καὶ μὴ βλακεύομεν μηδ᾿ ὑποκρινόμεθα ὅτι τὸ ἀγαθὸν τοῦ ἀνθρώπου ἐν προαιρέσει καὶ τὸ κακόν, τὰ δ᾿ ἄλλα πάντα οὐδὲν πρὸς ἡμᾶς, τί ἔτι ταρασσόμεθα, τί ἔτι φοβούμεθα;”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“καπνὸν πεποίηκεν ἐν τῷ οἰκήματι; ἂν μέτριον, μενῶ· ἂν λίαν πολύν, ἐξέρχομαι. τούτου γὰρ μεμνῆσθαι καὶ κρατεῖν, ὅτι ἡ θύρα ἤνοικται.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“οὐδέν ἐστι τὸ ἀνθέλκον ὡς πρὸς τὸ ἀκολουθῆσαι τοῖς διδασκομένοις, ἐπὶ δὲ τῶν βιωτικῶν πολλὰ τὰ περισπῶντα.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Τετραχῶς αἱ φαντασίαι γίνονται ἡμῖν· ἢ γὰρ ἔστι τινὰ ⟨καὶ⟩ οὕτως φαίνεται ἢ οὐκ ὄντα οὐδὲ φαίνεται ὅτι ἔστιν ἢ ἔστι καὶ οὐ φαίνεται ἢ οὐκ ἔστι καὶ φαίνεται. λοιπὸν ἐν πᾶσι τούτοις εὐστοχεῖν ἔργον ἐστὶ τοῦ πεπαιδευμένου.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“ἀνθρώπῳ μέτρον πάσης πράξεως τὸ φαινόμενον.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Οὐσία τοῦ ἀγαθοῦ προαίρεσις ποιά, τοῦ κακοῦ προαίρεσις ποιά.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“οὐ γὰρ λογάριά ἐστι τὰ λείποντα νῦν, ἀλλὰ γέμει τὰ βιβλία τῶν Στωικῶν λογαρίων.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“οὐ γὰρ θάνατος ἢ πόνος φοβερόν, ἀλλὰ τὸ φοβεῖσθαι πόνον ἢ θάνατον.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“τί γάρ ἐστι παιδίον; ἄγνοια. τί ἐστι παιδίον; ἀμαθία. ἐπεὶ ὅπου οἶδεν, κἀκεῖνα οὐδὲν ἡμῶν ἔλαττον ἔχει.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“οὐ γὰρ τοῖς πολλοῖς περὶ τούτων πιστευτέον, οἳ λέγουσιν μόνοις ἐξεῖναι παιδεύεσθαι τοῖς ἐλευθέροις, ἀλλὰ τοῖς φιλοσόφοις μᾶλλον, οἳ λέγουσιν μόνους τοὺς παιδευθέντας ἐλευθέρους εἶναι.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“μόνον τοῦτο εἰδὼς φαίνου, πῶς μήτ᾿ ἀποτύχῃς ποτὲ μήτε περιπέσῃς.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Αἱ ὗλαι ἀδιάφοροι, ἡ δὲ χρῆσις αὐτῶν οὐκ ἀδιάφορος.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“οὕτως τὸ ζῆν ἀδιάφορον, ἡ χρῆσις οὐκ ἀδιάφορος.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“δείξω ὑμῖν νεῦρα φιλοσόφου. ποῖα νεῦρα; ὄρεξιν ἀναπότευκτον, ἔκκλισιν ἀπερίπτωτον, ὁρμὴν καθήκουσαν, πρόθεσιν ἐπιμελῆ, συγκατάθεσιν ἀπρόπτωτον.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Ἴδ᾿ ἀρχὴ φιλοσοφιας· αἴσθησις μάχης τῆς πρὸς ἀλλήλους τῶν ἀνθρώπων καὶ ζήτησις τοῦ παρ᾿ ὃ γίνεται ἡ μάχη καὶ κατάγνωσις καὶ ἀπιστία πρὸς τὸ ψιλῶς δοκοῦν, ἔρευνα δέ τις περὶ τὸ δοκοῦν εἰ ὀρθῶς δοκεῖ καὶ εὕρεσις κανόνος τινός, οἷον ἐπὶ βαρῶν τὸν ζυγὸν εὕρομεν, οἷον ἐπὶ εὐθέων καὶ στρεβλῶν τὴν στάθμην.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Ὅταν ἀγωνιῶντα ἴδω ἄνθρωπον, λέγω· οὗτος τί ποτε θέλει; εἰ μὴ τῶν οὐκ ἐφ᾿ αὑτῷ τι ἤθελεν, πῶς ἂν ἔτι ἠγωνία;”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Τί οὖν ἔτι θαυμάζομεν εἰ περὶ μὲν τὰς ὕλας τετρίμεθα, ἐν δὲ ταῖς ἐνεργείαις ταπεινοί, ἀσχήμονες, οὐδενὸς ἄξιοι, δειλοί, ἀταλαίπωροι, ὅλοι ἀτυχήματα;”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“τόλμησον ἀναβλέψας πρὸς τὸν θεὸν εἰπεῖν ὅτι 'χρῶ μοι λοιπὸν εἰς ὃ ἂν θέλῃς· ὁμογνωμονῶ σοι, σός εἰμι· οὐδὲν παραιτοῦμαι τῶν σοὶ δοκούντων· ὅπου θέλεις, ἄγε· ἣν θέλεις ἐσθῆτα περίθες.'”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Τί πρῶτόν ἐστιν ἔργον τοῦ φιλοσοφοῦντος; ἀποβαλεῖν οἴησιν· ἀμήχανον γάρ, ἅ τις εἰδέναι οἴεται, ταῦτα ἄρξασθαι μανθανειν.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Πᾶσα ἕξις καὶ δύναμις ὑπὸ τῶν καταλλήλων ἔργων συνέχεται καὶ αὔξεται, ἡ περιπατητικὴ ὑπὸ τοῦ περιπατεῖν, ἡ τροχαστικὴ ὑπὸ τοῦ τρέχειν. ἂν θέλῃς ἀναγνωστικὸς εἶναι, ἀναγίγνωσκε· ἂν γραφικόν, γράφε.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“καθόλου οὖν εἴ τι ποιεῖν ἐθέλῃς, ἑκτικὸν ποίει αὐτό· εἴ τι μὴ ποιεῖν ἐθέλῃς, μὴ ποίει αὐτό, ἀλλ᾿ ἔθισον ἄλλο τι πράττειν μᾶλλον ἀντ᾿ αὐτοῦ.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“τὸ πρῶτον δ᾿ ὑπὸ τῆς ὀξύτητος μὴ συναρπασθῇς, ἀλλ᾿ εἰπὲ 'ἔκδεξαί με μικρόν, φαντασία· ἄφες ἴδω τίς εἶ καὶ περὶ τίνος, ἄφες σε δοκιμάσω.'”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Reported in Bartlett's Quotations (1919) as "Be not hurried away by excitement, but say, "Semblance, wait for me a little".
“δείξατέ μοι τινα νοσοῦντα καὶ εὐτυχοῦντα, κινδυνεύοντα καὶ εὐτυχοῦντα, ἀποθνῄσκοντα καὶ εὐτυχοῦντα, πεφυγαδευμένον καὶ εὐτυχοῦντα, ἀδοξοῦντα καὶ εὐτυχοῦντα. δείξατ᾿· ἐπιθυμῶ τινα νὴ τοὺς θεοὺς ἰδεῖν Στωικόν.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Τοῖς ὑγιέσι καὶ ἐναργέσιν ἐξ ἀνάγκης καὶ οἱ ἀντιλέγοντες προσχρῶνται.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Τῶν περὶ αὑτοὺς κακῶν τὰ μὲν ῥᾳδίως ὁμολογοῦσιν ἄνθρωποι, τὰ δ᾿ οὐ ῥᾳδίως.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“τὰ παιδία τὰ πιθανὰ καὶ δριμέα τίνα οὐκ ἐκκαλεῖται πρὸς τὸ συμπαίζειν αὐτοῖς καὶ συνέρπειν καὶ πρὸς τὸ συμψελλίζειν;”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“γνῶθι πρῶτον τίς εἶ καὶ οὕτως κόσμει σεαυτόν.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“τὶ γάρ ἐστι τὸ κλαίειν καὶ οἰμώζειν; δόγμα. τί δυστυχία; δόγμα. τί στάσις, τί διχόνοια, τί μέμψις, τί κατηγορία, τί ἀσέβεια, τί φλυαρία; ταῦτα πάντα δόγματά ἐστι.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“τί οὖν δεῖ λέγειν αὐτὸν ἐφ᾿ ἑκάστου τῶν τραχέων; ὅτι 'ἕνεκα τούτου ἐγυμναζόμην, ἐπὶ τοῦτο ἤσκουν'.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“δύο γὰρ ταῦτα πρόχειρα ἔχειν δεῖ· ὅτι ἔξω τῆς προαιρέσεως οὐδέν ἐστιν οὔτε ἀγαθὸν οὔτε κακὸν καὶ ὅτι οὐ δεῖ προηγεῖσθαι τῶν πραγμάτων, ἀλλ᾿ ἐπακολουθεῖν.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“Ἑκάστου ἔργου σκόπει τὰ καθηγούμενα καὶ τὰ ἀκόλουθα καὶ οὕτως ἔρχου ἐπ᾿ αὐτό.”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“δοκεῖς ὅτι ταῦτα ποιῶν δύνασαι φιλοσοφεῖν; δοκεῖς ὅτι δύνασαι ὡσαύτως ἐσθίειν, ὡσαύτως πίνειν, ὁμοίως ὀργίζεσθαι, ὁμοίως δυσαρεστεῖν;”
Epictetus (50–138) said by 138 at the latest wikiquote, CC BY-SA 4.0 source
“παῖς γὰρ ἐν μουσικοῖς ὁ ἄμουσος, ἐν γραμματικοῖς ὁ ἀγράμματος, ἐν βίῳ ὁ ἀπαίδευτος.”