
Famous quotes
Quotes by famous people, credited to who said them. Your own quotes must not match any of these. More are added all the time. 1,158,269 quotes Who coined it · How we decide
EnglishItalianoPolskiעבריתFrançaisPortuguêsفارسیEspañol中文РусскийDeutschالعربيةहिन्दी日本語ΕλληνικάLatina
Empedocles
17 quotes
“τέσσαρα γὰρ πάντων ῥιζώματα πρῶτον ἄκουε· Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδ’ Ἀιδωνεύς Νῆστίς θ’, ἥ δακρύοις τέγγει κρούνωμα βρότειον.”
Empedocles (494–434 BC) said by 434 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“ἄλλο δέ τοι ἐρέω· φύσις οὐδενός ἐστιν ἁπάντων θνητῶν, οὐδέ τις οὐλομένου θανάτοιο τελευτή, ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων ἐστί, φύσις δ’ἐπὶ τοῖς ὀνομάζεται ἀνθρώποισιν.”
Empedocles (494–434 BC) said by 434 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“οἱ δ᾿ ὅτε μὲν κατὰ φῶτα μιγέντ᾿ εἰς αἰθέρ᾿ ἵ⟨κωνται⟩ ἢ κατὰ θηρῶν ἀγροτέρων γένος ἢ κατὰ θάμνων ἠὲ κατ᾿ οἰωνῶν, τότε μὲν τὸ ⟨λέγουσι⟩ γενέσθαι, εὖτε δ᾿ ἀποκρινθῶσι, τὸ δ᾿ αὖ δυσδαίμονα πότμον· ἥ θέμις ⟨οὐ⟩ καλέουσι, νόμωι δ᾿ ἐπίφημι καὶ αὐτός.”
Empedocles (494–434 BC) said by 434 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: fr. 9 As quoted by , Early Greek philosophy (1908) p. 240
“νήπιοι· οὐ γάρ σφιν δολιχόφρονές εἰσι μέριμναι, οἵ δὴ γίγνεσθαι πάρος οὐκ ἐὸν ἐλπίζουσιν ἤ τι καταθνήισκειν τε καὶ ἐξόλλυσθαι ἁπάντηι.”
Empedocles (494–434 BC) said by 434 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει οὐδὲ περισσόν.”
Empedocles (494–434 BC) said by 434 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“ἧι γὰρ καὶ πάρος ἔσκε, καὶ ἔσσεται, οὐδέ ποτ’, οἴω, τούτων ἀμφοτέρων κενεώσεται ἄσπετος αἰών.”
Empedocles (494–434 BC) said by 434 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“ἀλλ’ ἄγε μύθων κλῦθι· μάθη γάρ τοι φρένας αὔξει· ὡς γὰρ καὶ πρὶν ἔειπα πιφαύσκων πείρατα μύθων, δίπλ’ ἐρέω· τοτὲ μὲν γὰρ ἕν ηὐξήθη μόνον εἶναι ἐκ πλεόνων, τοτὲ δ’ αὖ διέφυ πλέον’ ἐξ ἑνὸς εἶναι, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ ἠέρος ἄπλετον ὕψος, Νεῖκος τ’ οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἁπάντηι, καὶ Φιλότης ἐν τοῖσιν, ἴση μῆκός τε πλάτος τε· τὴν σὺ νόωι δέρκευ, μηδ’ ὄμμασιν ἧσο τεθηπώς· ἥτις καὶ θνητοῖσι νομίζεται ἔμφυτος ἄρθροις, τῆι τε φίλα φρονέουσι καὶ ἄρθμια ἔργα τελοῦσι, Γηθοσύνην καλέοντες ἐπώνυμον ἠδ’ Ἀφροδίτην.”
Empedocles (494–434 BC) said by 434 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“…καὶ δὶς γάρ, ὅ δεῖ, καλόν ἐστιν ἐνισπεῖν.”
Empedocles (494–434 BC) said by 434 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“πάντα γὰρ ἑξείης πελεμίζετο γυῖα θεοῖο.”
Empedocles (494–434 BC) said by 434 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“αἰθήρ ⟨δ’ αὖ⟩ μακρῆισι κατὰ χθόνα δύετο ῥίζαις.”
Empedocles (494–434 BC) said by 434 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“γῆς ἱδρῶτα θάλασσαν.”
Empedocles (494–434 BC) said by 434 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“μία γίγνεται ἀμφοτέρων ὄψ.”
Empedocles (494–434 BC) said by 434 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“ὄλβιος, ὅς θείων πραπίδων ἐκτήσατο πλοῦτον, δειλὸς δ’, ὧι σκοτόεσσα θεῶν πέρι δόξα μέμηλεν.”
Empedocles (494–434 BC) said by 434 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“ἔστιν ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν, εὖτέ τις ἀμπλακίῃσι φόνῳ φίλα γυῖα μιήνῃ, δαίμονες οἵ τε μακραίωνος λελάχασι βίοιο, τρίς μιν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι, τὴν καὶ ἐγὼ νῦν εἶμι, φυγὰς θεόθεν καὶ ἀλήτης”
Empedocles (494–434 BC) said by 434 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κόρη τε θάμνος τ’ οἰωνός τε καὶ ἔξαλος ἔλλοπος ἰχθύς.”
Empedocles (494–434 BC) said by 434 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“ἐξ οἵης τιμῆς τε καὶ ὅσσου μήκεος ὄλβου ὧδε [πεσὼν κατὰ γαῖαν] ἀναστρέφομαι μετὰ θνητοῖς.”
Empedocles (494–434 BC) said by 434 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“ἀλλὰ τὸ μὲν πάντων νόμιμον διάτ᾽ εὐρυμέδοντος αἰθέρος ἠνεκέως τέταται διά τ᾽ ἀπλέτου αὐγῆς.”
Empedocles (494–434 BC) said by 434 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: fr. 135, as quoted in Aristotle's Rhetoric, 1373 b16