
Famous quotes
Quotes by famous people, credited to who said them. Your own quotes must not match any of these. More are added all the time. 1,158,269 quotes Who coined it · How we decide
EnglishItalianoPolskiעבריתFrançaisPortuguêsفارسیEspañol中文РусскийDeutschالعربيةहिन्दी日本語ΕλληνικάLatina
Dionysius Periegetes
2 quotes
“Ἀρχόμενος γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν καὶ ποταμοὺς πόλιάς τε καὶ ἀνδρῶν ἄκριτα φῦλα, μνήσομαι Ὠκεανοῖο βαθυρρόου. ἐν γὰρ ἐκείνῳ πᾶσα χθών, ἅτε νῆσος ἀπείριτος, ἐστεφάνωται, οὐ μὲν πᾶσα διαπρὸ περίδρομος, ἀλλὰ διαμφὶς ὀξυτέρη βεβαυῖα πρὸς ἠελίοιο κελεύθους, σφενδόνῃ εἰοικυῖα· μίαν δέ ἑ καίπερ ἐοῦσαν ἄνθρωποι τρισσῇσιν ἐπ᾿ ἠπείροισι δάσαντο· πρώτην μὲν Λιβύην, μετὰ δ᾿ Εὐρώπην Ἀσίην τε.”
Dionysius Periegetes (100–200) said by 200 at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Lines 1–9, translated by J. L. Lightfoot, Description of the Known World (Oxford, 2014) p. 201
“Πρὸς δ᾿ αὐγὰς Ἰνδῶν ἐρατὴ παραπέπταται αἶα, πασάων πυμάτη, παρὰ χείλεσιν Ὠκεανοῖο, ἥν ῥά τ᾿ ἀνερχόμενος μακάρων ἐπὶ ἔργα καὶ ἀνδρῶν ἠέλιος πρώτῃσιν ἐπιφλέγει ἀκτίνεσσιν. τῷ γαίης ναέται μὲν ὑπὸ χρόα κυανέουσι, θεσπέσιον λιπόωντες, ἐειδομένας δ᾿ ὑακίνθῳ πιοτάτας φορέουσιν ὑπὸ κροτάφοισιν ἐθείρας, τῶν δ᾿ οἱ μὲν χρυσοῖο μεταλλεύουσι γενέθλην, ψάμμον ἐϋγνάμπτῃσι λαχαίνοντες μακέλῃσιν· οἱ δ᾿ ἱστοὺς ὑφόωσι λινεργέας· οἱ δ᾿ ἐλεφάντων ἀργυφέους πρισθέντας ἀποξύουσιν ὀδόντας· ἄλλοι δ᾿ ἰχνεύουσιν ἐπὶ προμολῇσιν ἀναύρων ἤ που βηρύλλου γλαυκὴν λίθον ἠδ᾿ ἀδάμαντα μαρμαίροντ᾿ ἢ χλωρὰ διαυγάζουσαν ἴασπιν ἢ καὶ γλαυκιόωντα λίθον καθαροῖο τοπάζου καὶ γλυκερὴν ἀμέθυστον ὑπηρέμα πορφυρέουσαν· παντοῖον γὰρ γαῖα μετ᾿ ἀνδράσιν ὄλβον ἀέξει ἀενάοις ποταμοῖσι κατάρρυτος ἔνθα καὶ ἔνθα.”
Dionysius Periegetes (100–200) said by 200 at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Lines 1107–1124, translated by Jacob Bryant, A New System, or, An Analysis of Ancient Mythology, vol. 3 (London, 1776) p. 227