
Famous quotes
Quotes by famous people, credited to who said them. Your own quotes must not match any of these. More are added all the time. 1,158,269 quotes Who coined it · How we decide
EnglishItalianoPolskiעבריתFrançaisPortuguêsفارسیEspañol中文РусскийDeutschالعربيةहिन्दी日本語ΕλληνικάLatina
Claudius Aelianus
5 quotes
“Δεινοὶ κατὰ κοιλίαν εἰσὶν οἱ πολύποδες καὶ πᾶν ὁτιοῦν φαγεῖν ἄμαχοι. πολλάκις οὖν οὐδὲ ἀλλήλων ἀπέχονται, ἀλλὰ τῷ μείζονι ὁ βραχύτερος ἁλοὺς καὶ ἐμπεσὼν τοῖς ἀνδρειοτέροις θηράτροις τοῖς καλουμένοις τοῦ ἰχθύος πλοκάμοις, εἶτα αὐτῷ γίνεται δεῖπνον. ἐλλοχῶσι δὲ οἱ πολύποδες καὶ τοὺς ἰχθῦς τὸν τρόπον τοῦτον. ὑπὸ ταῖς πέτραις κάθηνται καὶ ἑαυτοὺς εἰς τὴν ἐκείνων μεταμορφοῦσι χροιὰν καὶ τοῦτο εἶναι δοκοῦσιν ὅπερ οὖν καὶ πεφύκασιν αἱ πέτραι. οἱ τοίνυν ἰχθῦς προσνέουσιν οἱονεὶ τῇ πέτρᾳ τοῖς πολύποσιν, οἱ δὲ ἀφυλάκτους ὄντας αὐτοὺς περιβάλλουσι ταῖς ἐξ ἑαυτῶν ἄρκυσι ταῖς πλεκτάναις.”
Claudius Aelianus (died 235) said by 235 at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: I.1 (tr. Thomas Stanley, 1665)
“Ὑφαντικὴν καὶ ὑφαίνειν, [καὶ] δῶρα Ἐργάνης δαίμονος, οὔτε ἴσασιν αἱ φάλαγγες οὔτε εἰδέναι βούλονται. ἢ τί ποτ᾿ ἂν καὶ χρήσαιτο τῷ τοιῷδε ἐσθήματι τὸ τοιοῦτον θηρίον; τὸ δὲ ἄρα ⟨***⟩ πάγη καὶ οἱονεὶ κύρτος ἐστὶ τοῖς ἐμπίπτουσι. καὶ ἡ μὲν ἀρκυωρεῖ πάνυ σφόδρα ἀτρεμοῦσα, καὶ ἔοικεν ἀκινήτῳ· καὶ τὸ μὲν ἐνέπεσεν, ὅ τί ποτέ ἐστι τὸ ἐμπεσόν, ἡ δὲ ἔχει δαῖτα. τοσοῦτον δ᾿ ἐμπίπτει, ὅσον καὶ τὸ ὕφασμα κατέχειν δυνατόν ἐστι καὶ ἐκείνῃ δειπνεῖν ἀπόχρη.”
Claudius Aelianus (died 235) said by 235 at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: I.2 (tr. Thomas Stanley, 1665)
“ὅτι δέ εἰσι φιλῳδοί, τοῦτο μὲν ἤδη καὶ τεθρύληται. ἐγὼ δὲ ᾄδοντος κύκνου οὐκ ἤκουσα, ἴσως δὲ οὐδὲ ἄλλος· πεπίστευται ⟨δ᾿⟩ οὖν ὅτι ᾄδει. καὶ λέγουσί γε αὐτὸν μάλιστα ⟨κατ᾿⟩ ἐκεῖνον εἶναι τὸν χρόνον εὐφωνότατόν τε καὶ ᾠδικώτατον, ὅταν ᾖ περὶ τὴν καταστροφὴν τοῦ βίου. διαβαίνουσι δὲ καὶ πέλαγος, καὶ πέτονται [καὶ] κατὰ θαλάσσης, καὶ αὐτοῖς οὐ κάμνει τὸ πτερόν.”
Claudius Aelianus (died 235) said by 235 at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: I.14 (tr. Thomas Stanley, 1665)
“Ὅτε ἧκεν ἡ ναῦς ἡ ἐκ Δήλου καὶ ἔδει Σωκράτην ἀποθνῄσκειν, ἀφίκετο εἰς τὸ δεσμωτήριον Ἀπολλόδωρος ὁ τοῦ Σωκράτους ἑταῖρος, χιτῶνά τε αὐτῷ φέρων ἐρίων πολυτελῆ καὶ εὐήτριον καὶ ἱμάτιον τοιοῦτο. καὶ ἠξίου ἐνδύντα αὐτὸν τὸν χιτῶνα καὶ θοἰμάτιον περιβαλόμενον εἶτα οὕτω πιεῖν τὸ φάρμακον. ἔλεγε γὰρ αὐτῷ καλῶν ἐνταφίων μὴ ἀμοιρήσειν, εἰ ἐν αὐτοῖς ἀποθάνοι· καὶ γὰρ οὖν καὶ προκεῖσθαι σὺν τῷ κόσμῳ τὸν νεκρὸν οὐ πάνυ τι ἀδόξως. ταῦτα τὸν Σωκράτην ὁ Ἀπολλόδωρος· ὁ δὲ οὐκ ἠνέσχετο, ἀλλ᾿ ἔφη πρὸς τοὺς ἀμφὶ τὸν Κρίτωνα καὶ Σιμμίαν καὶ Φαίδωνα· "καὶ πῶς ὑπὲρ ἡμῶν καλῶς Ἀπολλόδωρος οὕτω δοξάζει, εἴ γε αὐτὸς πεπίστευκεν ὅτι μετὰ τὴν ἐξ Ἀθηναίων φιλοτησίαν καὶ τὸ τοῦ φαρμάκου πόμα ἔτι οὕτως ὄψεται Σωκράτην; εἰ γὰρ οἴεται τὸν ὀλίγῳ ὕστερον ἐρριμμένον ἐν ποσὶ καὶ κεισόμενόν γε εἶναι ἐμέ, δῆλός ἐστί με οὐκ εἰδώς.”
Claudius Aelianus (died 235) said by 235 at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: I.16 (tr. Thomas Stanley, 1665)
“ὁ κάστωρ ἀμφίβιόν ἐστι ζῷον, καὶ μεθ᾽ ἡμέραν μὲν ἐν τοῖς ποταμοῖς καταδὺς διαιτᾶται, νύκτωρ δὲ ἐπὶ τῆς γῆς ἀλᾶται, οἷς ἂν περιτύχῃ τούτοις τρεφόμενος. οὐκοῦν ἐπίσταται τὴν αἰτίαν δι᾽ ἣν ἐπ᾽ αὐτὸν οἱ θηραταὶ σὺν προθυμίᾳ τε καὶ ὁρμῇ τῇ πάσῃ χωροῦσι, καὶ ἐπικύψας καὶ δακὼν ἀπέκοψε τοὺς ἑαυτοῦ ὄρχεις, καὶ προσέρριψεν αὐτοῖς, ὡς ἀνὴρ φρόνιμος λῃσταῖς μὲν περιπεσών, καταθεὶς δὲ ὅσα ἐπήγετο ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας, λύτρα δήπου ταῦτα ἀλλαττόμενος. ἐὰν δὲ ᾖ πρότερον ἐκτεμὼν καὶ σωθεὶς εἶτα πάλιν διώκηται, ὃ δὲ ἀναστήσας ἑαυτὸν καὶ ἐπιδείξας ὅτι τῆς αὐτῶν σπουδῆς οὐκ ἔχει τὴν ὑπόθεσιν, τοῦ περαιτέρω καμάτου παρέλυσε τοὺς θηρατάς: ἧττον γάρ τοι τῶν κρεῶν ἐκείνοις φροντίς ἐστι. πολλάκις δὲ καὶ ἔνορχοι ὄντες, ὡς ὅτι πορρωτάτω ἀποσπάσαντες τῷ δρόμῳ, εἶτα ὑποστείλαντες τὸ σπουδαζόμενον μέρος, πάνυ σοφῶς καὶ πανούργως ἐξηπάτησαν, ὡς οὐκ ἔχοντες ἃ κρύψαντες εἶχον.”
Claudius Aelianus (died 235) said by 235 at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Bk. 6, ch. 34 (ed. Rudolf Hercher, 1864; tr. A. F. Scholfield, 1958)