
Famous quotes
Quotes by famous people, credited to who said them. Your own quotes must not match any of these. More are added all the time. 1,158,269 quotes Who coined it · How we decide
EnglishItalianoPolskiעבריתFrançaisPortuguêsفارسیEspañol中文РусскийDeutschالعربيةहिन्दी日本語ΕλληνικάLatina
Apollonius of Rhodes
34 quotes
“Ἀρχόμενος σέο Φοῖβε παλαιγενέων κλέα φωτῶν μνήσομαι οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας Κυανέας βασιλῆος ἐφημοσύνῃ Πελίαο χρύσειον μετὰ κῶας ἐύζυγον ἤλασαν Ἀργώ.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Ἦ, καὶ ὁ μὲν φόρμιγγα σὺν ἀμβροσίῃ σχέθεν αὐδῇ· τοὶ δ᾽ ἄμοτον λήξαντος ἔτι προύχοντο κάρηνα πάντες ὁμῶς ὀρθοῖσιν ἐπ᾽ οὔασιν ἠρεμέοντες κηληθμῷ· τοῖόν σφιν ἐνέλλιπε θέλκτρον ἀοιδῆς.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Πάντες δ᾽ οὐρανόθεν λεῦσσον θεοὶ ἤματι κείνῳ νῆα καὶ ἡμιθέων ἀνδρῶν μένος, οἳ τότ᾽ ἄριστοι πόντον ἐπιπλώεσκον.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Ἡ δὲ νέον κρήνης ἀνεδύετο καλλινάοιο νύμφη ἐφυδατίη· τὸν δὲ σχεδὸν εἰσενόησεν κάλλεϊ καὶ γλυκερῇσιν ἐρευθόμενον χαρίτεσσιν. πρὸς γάρ οἱ διχόμηνις ἀπ᾽ αἰθέρος αὐγάζουσα βάλλε σεληναίη. τὴν δὲ φρένας ἐπτοίησεν Κύπρις, ἀμηχανίῃ δὲ μόλις συναγείρατο θυμόν. αὐτὰρ ὅγ᾽ ὡς τὰ πρῶτα ῥόῳ ἔνι κάλπιν ἔρεισεν λέχρις ἐπιχριμφθείς, περὶ δ᾽ ἄσπετον ἔβραχεν ὕδωρ χαλκὸν ἐς ἠχήεντα φορεύμενον, αὐτίκα δ᾽ ἥγε λαιὸν μὲν καθύπερθεν ἐπ᾽ αὐχένος ἄνθετο πῆχυν κύσσαι ἐπιθύουσα τέρεν στόμα· δεξιτερῇ δὲ ἀγκῶν᾽ ἔσπασε χειρί, μέσῃ δ᾽ ἐνικάββαλε δίνῃ.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Line 1228–1239
“The Harpies swooped down through the clouds and snatched the food from his mouth and hands with their beaks, sometimes leaving him not a morsel, sometimes a few scraps, so that he might live and be tormented.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“ἔνθ᾽ ἐπεὶ ἄρ κε τέκωνται ὑπ᾽ ἀνδράσι τέκνα γυναῖκες, αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες, κράατα δησάμενοι· ταὶ δ᾽ εὖ κομέουσιν ἐδωδῇ ἀνέρας, ἠδὲ λοετρὰ λεχώια τοῖσι πένονται.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Lines 1011–1014
“Εἰ δ᾽ ἄγε νῦν, Ἐρατώ, παρά θ᾽ ἵστασο, καί μοι ἔνισπε, ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ἰήσων Μηδείης ὑπ᾽ ἔρωτι.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Καὶ δ᾽ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατ᾽ Ἰήσων ἐξότ᾽ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν θήρης ἐξανιών· νιφετῷ δ᾽ ἐπαλύνετο πάντα οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατ᾽ αὐτῶν χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο. γρηὶ δέ μ᾽ εἰσαμένην ὀλοφύρατο, καί μ᾽ ἀναείρας αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ. τῶ νύ μοι ἄλληκτον περιτίεται.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Νὺξ μὲν ἔπειτ᾽ ἐπὶ γαῖαν ἄγεν κνέφας· οἱ δ᾽ ἐνὶ πόντῳ ναῦται εἰς Ἑλίκην τε καὶ ἀστέρας Ὠρίωνος ἔδρακον ἐκ νηῶν· ὕπνοιο δὲ καί τις ὁδίτης ἤδη καὶ πυλαωρὸς ἐέλδετο· καί τινα παίδων μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμ᾽ ἐκάλυπτεν· οὐδὲ κυνῶν ὑλακὴ ἔτ᾽ ἀνὰ πτόλιν, οὐ θρόος ἦεν σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην. ἀλλὰ μάλ᾽ οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος. πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματ᾽ ἔγειρεν δειδυῖαν ταύρων κρατερὸν μένος, οἷσιν ἔμελλεν φθίσθαι ἀεικελίῃ μοίρῃ κατὰ νειὸν Ἄρηος. Πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Ἠελίου ὥς τίς τε δόμοις ἐνιπάλλεται αἴγλη ὕδατος ἐξανιοῦσα, τὸ δὴ νέον ἠὲ λέβητι ἠέ που ἐν γαυλῷ κέχυται· ἡ δ᾽ ἔνθα καὶ ἔνθα ὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Πυκνὰ δ᾽ ἀνὰ κληῖδας ἑῶυ λύεσκε θυράων, αἴγλην σκεπτομένη· τῇ δ᾽ ἀσπάσιον βάλε φέγγος Ἠριγενής, κίνυντο δ᾽ ἀνὰ πτολίεθρον ἕκαστοι.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Ἦ γὰρ ἔοικας ἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Lines 1006–1007; Jason to Medea.
“Ὧς φάτο κυδαίνων· ἡ δ᾽ ἐγκλιδὸν ὄσσε βαλοῦσα νεκτάρεον μείδησ᾽· ἐχύθη δέ οἱ ἔνδοθι θυμὸς αἴνῳ ἀειρομένης.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Lines 1008–1010 (tr. R. C. Seaton)
“Ἰαίνετο δὲ φρένας εἴσω τηκομένη, οἷόν τε περὶ ῥοδέῃσιν ἐέρση τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Lines 1019–1021
“Ἄμφω δ᾽ ἄλλοτε μέν τε κατ᾽ οὔδεος ὄμματ᾽ ἔρειδον αἰδόμενοι, ὁτὲ δ᾽ αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπάς, ἱμερόεν φαιδρῇσιν ὑπ᾽ ὀφρύσι μειδιόωντες.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Lines 1022–1024
“Γυμνὸς δέμας, ἄλλα μὲν Ἄρει εἴκελος, ἄλλα δέ που χρυσαόρῳ Ἀπόλλωνι.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Lines 1282–1283
“And now, from somewhere in the bowels of the earth, from the smoky stronghold where they slept, the pair of bulls appeared, breathing flames of fire. The Argonauts were terrified at the sight. But Jason planting his feet apart stood to receive them... He held his shield in front of him, and the two bulls, bellowing loudly, charged and butted it with their strong horns...”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Lines 1289–1294 and 1296–1297
“Ὡς δ᾽ ὅτ᾽ ἐνὶ τρητοῖσιν ἐύρρινοι χοάνοισιν φῦσαι χαλκήων ὁτὲ μέν τ᾽ ἀναμαρμαίρουσιν, πῦρ ὀλοόν πιμπρᾶσαι, ὅτ᾽ αὖ λήγουσιν ἀυτμῆς, δεινὸς δ᾽ ἐξ αὐτοῦ πέλεται βρόμος, ὁππότ᾽ ἀίξῃ νειόθεν· ὧς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες ἐκ στομάτων ὁμάδευν, τὸν δ᾽ ἄμφεπε δήιον αἶθος βάλλον ἅ τε στεροπή· κούρης δέ ἑ φάρμακ᾽ ἔρυτο.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Lines 1299–1305
“Αὐτὰρ ὁ ἀντικρὺ περιμήκεα τείνετο δειρὴν ὀξὺς ἀύπνοισιν προϊδὼν ὄφις ὀφθαλμοῖσιν νισσομένους, ῥοίζει δὲ πελώριον.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Δείματι δ᾽ ἐξέγροντο λεχωίδες, ἀμφὶ δὲ παισὶν νηπιάχοις, οἵ τέ σφιν ὑπ᾽ ἀγκαλίδεσσιν ἴαυον, ῥοίζῳ παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Ὡς δὲ σεληναίην διχομήνιδα παρθένος αἴγλην ὑψόθεν ἐξανέχουσαν ὑπωροφίου θαλάμοιο λεπταλέῳ ἑανῷ ὑποΐσχεται· ἐν δέ οἱ ἦτορ χαίρει δερκομένης καλὸν σέλας· ὧς τότ᾽ Ἰήσων γηθόσυνος μέγα κῶας ἑαῖς ἐναείρατο χερσίν· καί οἱ ἐπὶ ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳ μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἷζεν ἔρευθος.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες λαμπόμενον στεροπῇ ἴκελον Διός. ὦρτο δ᾽ ἕκαστος ψαῦσαι ἐελδόμενος δέχθαι τ᾽ ἐνὶ χερσὶν ἑῇσιν.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Σχέτλι᾽ Ἔρως, μέγα πῆμα, μέγα στύγος ἀνθρώποισιν, ἐκ σέθεν οὐλόμεναί τ᾽ ἔριδες στοναχαί τε γόοι τε, ἄλγεά τ᾽ ἄλλ᾽ ἐπὶ τοῖσιν ἀπείρονα τετρήχασιν. δυσμενέων ἐπὶ παισὶ κορύσσεο, δαῖμον, ἀερθείς, οἷος Μηδείῃ στυγερὴν φρεσὶν ἔμβαλες ἄτην.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Αἶψα δὲ κούρη ἔμπαλιν ὄμματ᾽ ἔνεικε, καλυψαμένη ὀθόνῃσιν, μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Ἔνθα σφιν κοῦραι Νηρηίδες ἄλλοθεν ἄλλαι ἤντεον· ἡ δ᾽ ὄπιθεν πτέρυγος θίγε πηδαλίοιο δῖα Θέτις, Πλαγκτῇσιν ἐνὶ σπιλάδεσσιν ἐρύσσαι.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Ὡς δ᾽ ὁπόταν δελφῖνες ὑπὲξ ἁλὸς εὐδιόωντες σπερχομένην ἀγεληδὸν ἑλίσσωνται περὶ νῆα, ἄλλοτε μἑν προπάροιθεν ὁρώμενοι, ἄλλοτ᾽ ὄπισθεν, ἄλλοτε παρβολάδην, ναύτῃσι δὲ χάρμα τέτυκται· ὧς αἱ ὑπεκπροθέουσαι ἐπήτριμοι εἱλίσσοντο Ἀργῴῃ περὶ νηί, Θέτις δ᾽ ἴθυνε κέλευθον..”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Αἱ δ᾽, ὥστ᾽ ἠμαθόεντος ἐπισχεδὸν αἰγιαλοῖο παρθενικαί, δίχα κόλπον ἐπ᾽ ἰξύας εἱλίξασαι σφαίρῃ ἀθύρουσιν περιηγέι· αἱ μὲν ἔπειτα ἄλλη ὑπ᾽ ἐξ ἄλλης δέχεται καὶ ἐς ἠέρα πέμπει ὕψι μεταχρονίην· ἡ δ᾽ οὔποτε πίλναται οὔδει· ὧς αἱ νῆα θέουσαν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη πέμπε διηερίην ἐπὶ κύμασιν, αἰὲν ἄπωθεν πετράων.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Αἵδε δ᾽ ἀοιδαὶ εἰς ἔτος ἐξ ἔτεος γλυκερώτεραι εἶεν ἀείδειν ἀνθρώποις.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Lines 1773–1775 (tr. R. C. Seaton)
“Πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο, Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν, τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι. οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν, ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν εἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρ βρασσόμενον· στρηνὲς δὲ περὶ στυφελῇ βρέμει ἀκτῇ. τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε, εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τ᾽ ἀλέγοντες πείρετε· μηδ᾽ αὔτως αὐτάγρετον οἶτον ὄλησθε ἀφραδέως, ἢ θύνετ᾽ ἐπισπόμενοι νεότητι. οἰωνῷ δὴ πρόσθε πελειάδι πειρήσασθαι νηὸς ἄπο προμεθέντες ἐφιέμεν. ἢν δὲ δι᾽ αὐτῶν πετράων πόντονδε σόη πτερύγεσσι δίηται, μηκέτι δὴν μηδ᾽ αὐτοὶ ἐρητύεσθε κελεύθου, ἀλλ᾽ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμὰ τέμνεθ᾽ ἁλὸς στεινωπόν· ἐπεὶ φάος οὔ νύ τι τόσσον ἔσσετ᾽ ἐν εὐχωλῇσιν, ὅσον τ᾽ ἐνὶ κάρτεϊ χειρῶν. τῶ καὶ τἆλλα μεθέντες ὀνήιστον πονέεσθαι θαρσαλέως· πρὶν δ᾽ οὔτι θεοὺς λίσσεσθαι ἐρύκω. εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται, ἄψορροι στέλλεσθαι· ἐπεὶ πολὺ βέλτερον εἶξαι ἀθανάτοις. οὐ γάρ κε κακὸν μόρον ἐξαλέαισθε πετράων, οὐδ᾽ εἴ κε σιδηρείη πέλοι Ἀργώ.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Ἱρὸν δ᾽ αὖτ᾽ ἐπὶ τοῖσιν ὄρος καὶ γαῖαν ἄμειβον, ᾗ ἔνι Μοσσύνοικοι ἀν᾽ οὔρεα ναιετάουσιν μόσσυνας, καὶ δ᾽ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν. ἀλλοίη δὲ δίκη καὶ θέσμια τοῖσι τέτυκται. ὅσσα μὲν ἀμφαδίην ῥέζειν θέμις, ἢ ἐνὶ δήμῳ, ἢ ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται· ὅσσα δ᾽ ἐνὶ μεγάροις πεπονήμεθα, κεῖνα θύραζε ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς. οὐδ᾽ εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλά, σύες ὣς φορβάδες, οὐδ᾽ ἠβαιὸν ἀτυζόμενοι παρεόντας, μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν. αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει, σχέτλιος. ἢν γάρ πού τί θεμιστεύων ἀλίτηται, μιν κεῖν᾽ ἦμαρ ἐνικλείσαντες ἔχουσιν.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
Recorded in: Lines 1015–1029
“[Aphrodite] set out, and after searching up and down Olympus for her boy, found him far away in the fruit-laden orchard of Zeus. With him was Ganymede, whose beauty had so captivated Zeus that he took him up to heaven to live with the immortals. The two lads, who had much in common, were playing with golden knuckle-bones. Eros, the greedy boy, was standing there with a whole handful of them clutched to his breast and a happy flush mantling his cheeks. Near by sat Ganymede, hunched up, silent and disconsolate, with only two left. He threw these for what they were worth in quick succession and was furious when Eros laughed. Of course he lost them both immediately – they joined the rest. So he went off in despair with empty hands and did not notice the goddess's approach. Aphrodite came up to her boy, took his chin in her hand, and said: 'Why this triumphant smile, you rascal?'”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Δύσμορος· οὐ μὲν ἔολπα καταφθιμένοιό περ ἔμπης λωφήσειν ἀχέων· τότε δ᾽ ἂν κακὸν ἄμμι πέλοιτο, κεῖνος ὅτε ζωῆς ἀπαμείρεται. ἐρρέτω αἰδώς, ἐρρέτω ἀγλαΐη· ὁ δ᾽ ἐμῇ ἰότητι σαωθεὶς ἀσκηθής, ἵνα οἱ θυμῷ φίλον, ἔνθα νέοιτο. αὐτὰρ ἐγὼν αὐτῆμαρ, ὅτ᾽ ἐξανύσειεν ἄεθλον, τεθναίην, ἢ λαιμὸν ἀναρτήσασα μελάθρῳ, ἢ καὶ πασσαμένη ῥαιστήρια φάρμακα θυμοῦ. ἀλλὰ καὶ ὧς φθιμένῃ μοι ἐπιλλίξουσιν ὀπίσσω κερτομίας· τηλοῦ δὲ πόλις περὶ πᾶσα βοήσει πότμον ἐμόν· καί κέν με διὰ στόματος φορέουσαι Κολχίδες ἄλλυδις ἄλλαι ἀεικέα μωμήσονται· ἥτις κηδομένη τόσον ἀνέρος ἀλλοδαποῖο κάτθανεν, ἥτις δῶμα καὶ οὓς ᾔσχυνε τοκῆας, μαργοσύνῃ εἴξασα. τί δ᾽ οὐκ ἐμὸν ἔσσεται αἶσχος; ᾤ μοι ἐμῆς ἄτης. ἦ τ᾽ ἂν πολὺ κέρδιον εἴη αὐτῇ ἐν νυκτὶ λιπεῖν βίον ἐν θαλάμοισιν πότμῳ ἀνωίστῳ, κάκ᾽ ἐλέγχεα πάντα φυγοῦσαν, πρὶν τάδε λωβήεντα καὶ οὐκ ὀνομαστὰ τελέσσαι.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Ἦ, καὶ φωριαμὸν μετεκίαθεν, ᾗ ἔνι πολλὰ φάρμακά οἱ, τὰ μὲν ἐσθλά, τὰ δὲ ῥαιστήρι᾽, ἔκειτο. ἐνθεμένη δ᾽ ἐπὶ γούνατ᾽ ὀδύρετο. δεῦε δὲ κόλπους ἄλληκτον δακρύοισι, τὰ δ᾽ ἔρρεεν ἀσταγὲς αὔτως, αἴν᾽ ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δ᾽ ἥγε φάρμακα λέξασθαι θυμοφθόρα, τόφρα πάσαιτο. ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο, ἐξελέειν μεμαυῖα, δυσάμμορος. ἀλλά οἱ ἄφνω δεῖμ᾽ ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθ᾽ Ἀίδαο. ἔσχετο δ᾽ ἀμφασίῃ δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαι βιότοιο μεληδόνες ἰνδάλλοντο. μνήσατο μὲν τερπνῶν, ὅσ᾽ ἐνὶ ζωοῖσι πέλονται, μνήσαθ᾽ ὁμηλικίης περιγηθέος, οἷά τε κούρη· καί τέ οἱ ἠέλιος γλυκίων γένετ᾽ εἰσοράασθαι, ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθ᾽ ἕκαστα. καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων, Ἥρης ἐννεσίῃσι μετάτροπος.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source
“Οὐδ᾽ ἄρα Μηδείης θυμὸς τράπετ᾽ ἄλλα νοῆσαι, μελπομένης περ ὅμως· πᾶσαι δέ οἱ, ἥντιν᾽ ἀθύροι μολπήν, οὐκ ἐπὶ δηρὸν ἐφήνδανεν ἑψιάασθαι. ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος, οὐδέ ποτ᾽ ὄσσε ἀμφιπόλων μεθ᾽ ὅμιλον ἔχ᾽ ἀτρέμας· ἐς δὲ κελεύθους τηλόσε παπταίνεσκε, παρακλίνουσα παρειάς. ἦ θαμὰ δὴ στηθέων ἐάγη κέαρ, ὁππότε δοῦπον ἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι. αὐτὰρ ὅγ᾽ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη ὑψόσ᾽ ἀναθρώσκων ἅ τε Σείριος Ὠκεανοῖο, ὃς δή τοι καλὸς μὲν ἀρίζηλός τ᾽ ἐσιδέσθαι ἀντέλλει, μήλοισι δ᾽ ἐν ἄσπετον ἧκεν ὀιζύν· ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι Αἰσονίδης, κάματον δὲ δυσίμερον ὦρσε φαανθείς. δ᾽ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δ᾽ αὔτως ἤχλυσαν· θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος. γούνατα δ᾽ οὔτ᾽ ὀπίσω οὔτε προπάροιθεν ἀεῖραι ἔσθενεν, ἀλλ᾽ ὑπένερθε πάγη πόδας. αἱ δ᾽ ἄρα τείως ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν. τὼ δ᾽ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν, ἢ δρυσίν, ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν, τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται, νηνεμίῃ· μετὰ δ᾽ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο κινύμεναι ὁμάδησαν ἀπείριτον· ὧς ἄρα τώγε μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν Ἔρωτος.”
Apollonius of Rhodes (295–215 BC) said by 215 BC at the latest wikiquote, CC BY-SA 4.0 source