Famous quotes
Quotes by famous people, credited to who said them. Your own quotes must not match any of these. More are added all the time. 1,158,269 quotes Who coined it · How we decide
EnglishItalianoPolskiעבריתFrançaisPortuguêsفارسیEspañol中文РусскийDeutschالعربيةहिन्दी日本語ΕλληνικάLatina
Ματταθίᾳ
14 quotes
“εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ, ἀποστῆναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτοῦ καὶ ᾑρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ, 20 ἀλλ᾿ ἐγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσόμεθα ἐν διαθήκῃ πατέρων ἡμῶν. 21 ἵλεως ἡμῖν καταλιπεῖν νόμον καὶ δικαιώματα· 22 τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεθα τοῦ παρελθεῖν τὴν λατρείαν ἡμῶν δεξιὰν ἢ ἀριστεράν.”
Ματταθίᾳ (201–166 BC) said by 166 BC at the latest wikiquote:el, CC BY-SA 4.0 source
“πᾶς ὁ ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαθήκην ἐξελθέτω ὀπίσω μου”
Ματταθίᾳ (201–166 BC) said by 166 BC at the latest wikiquote:el, CC BY-SA 4.0 source
“.. καὶ νῦν, τέκνα, ζηλώσατε τῷ νόμῳ καὶ δότε τὰς ψυχὰς ὑμῶν ὑπὲρ διαθήκης πατέρων ἡμῶν. μνήσθητε τῶν πατέρων ἡμῶν τὰ ἔργα, ἃ ἐποίησαν ἐν ταῖς γενεαῖς αὐτῶν, καὶ δέξασθε δόξαν μεγάλην καὶ ὄνομα αἰώνιον.”
Ματταθίᾳ (201–166 BC) said by 166 BC at the latest wikiquote:el, CC BY-SA 4.0 source
“Ἁβραὰμ οὐχὶ ἐν πειρασμῷ εὑρέθη πιστός, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην;”
Ματταθίᾳ (201–166 BC) said by 166 BC at the latest wikiquote:el, CC BY-SA 4.0 source
“Ἰωσὴφ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐφύλαξεν ἐντολὴν καὶ ἐγένετο κύριος Αἰγύπτου.”
Ματταθίᾳ (201–166 BC) said by 166 BC at the latest wikiquote:el, CC BY-SA 4.0 source
“Φινεὲς ὁ πατὴρ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον ἔλαβε διαθήκην ἱερωσύνης αἰωνίας.”
Ματταθίᾳ (201–166 BC) said by 166 BC at the latest wikiquote:el, CC BY-SA 4.0 source
“Ἰησοῦς ἐν τῷ πληρῶσαι λόγον ἐγένετο κριτὴς ἐν Ἰσραήλ.”
Ματταθίᾳ (201–166 BC) said by 166 BC at the latest wikiquote:el, CC BY-SA 4.0 source
“Χάλεβ ἐν τῷ ἐπιμαρτύρασθαι ἐν τῇ ἐκκλησίᾳ ἔλαβε γῆς κληρονομίαν.”
Ματταθίᾳ (201–166 BC) said by 166 BC at the latest wikiquote:el, CC BY-SA 4.0 source
“Δαυὶδ ἐν τῷ ἐλέῳ αὐτοῦ ἐκληρονόμησε θρόνον βασιλείας εἰς αἰῶνα αἰῶνος.”
Ματταθίᾳ (201–166 BC) said by 166 BC at the latest wikiquote:el, CC BY-SA 4.0 source
“Ἠλίας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου ἀνελήφθη ἕως εἰς τὸν οὐρανόν.”
Ματταθίᾳ (201–166 BC) said by 166 BC at the latest wikiquote:el, CC BY-SA 4.0 source
“Ἀνανίας, Ἀζαρίας, Μισαήλ, πιστεύσαντες ἐσώθησαν ἐκ φλογός.”
Ματταθίᾳ (201–166 BC) said by 166 BC at the latest wikiquote:el, CC BY-SA 4.0 source
“Δανιὴλ ἐν τῇ ἁπλότητι αὐτοῦ ἐρρύσθη ἐκ στόματος λεόντων.”
Ματταθίᾳ (201–166 BC) said by 166 BC at the latest wikiquote:el, CC BY-SA 4.0 source
“καὶ οὕτως ἐννοήθητε κατὰ γενεὰν καὶ γενεάν, ὅτι πάντες οἱ ἐλπίζοντες ἐπ᾿ αὐτὸν οὐκ ἀσθενήσουσι, καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ φοβηθῆτε, ὅτι ἡ δόξα αὐτοῦ εἰς κοπρίαν καὶ εἰς σκώληκας· σήμερον ἐπαρθήσεται καὶ αὔριον οὐ μὴ εὑρεθῇ, ὅτι ἐπέστρεψεν εἰς τὸν χοῦν αὐτοῦ, καὶ ὁ διαλογισμὸς αὐτοῦ ἀπώλετο. καὶ ὑμεῖς τέκνα ἰσχύσατε καὶ ἀνδρίζεσθε ἐν τῷ νόμῳ, ὅτι ἐν αὐτῷ δοξασθήσεσθε.”
Ματταθίᾳ (201–166 BC) said by 166 BC at the latest wikiquote:el, CC BY-SA 4.0 source
“καὶ ἰδοὺ Συμεὼν ὁ ἀδελφὸς ὑμῶν, οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν, αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας, αὐτὸς ὑμῖν ἔσται εἰς πατέρα. 66 καὶ Ἰούδας Μακκαβαῖος ἰσχυρὸς δυνάμει ἐκ νεότητος αὐτοῦ, οὗτος ὑμῖν ἔσται ἄρχων στρατιᾶς καὶ πολεμήσει πόλεμον λαῶν. 67 καὶ ὑμεῖς προσάξατε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν. 68 ἀνταπόδοτε ἀνταπόδομα τοῖς ἔθνεσι καὶ προσέχετε εἰς τὰ προστάγματα τοῦ νόμου.”